Το Ευαγγελικό Ανάγνωσμα της Κυριακής της Πεντηκοστής: Ἰω. ζ΄ 37-52, η΄12 (31-5-2026)
Τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς, εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξε λέγων· Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ Γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· οὔπω γὰρ ἦν Πνεῦμα Ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη. Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου ἀκούσαντες τὸν λόγον, ἔλεγον· Οὗτός ἐστιν ἀληθῶς ὁ Προφήτης. Ἄλλοι ἔλεγον· Οὗτός ἐστιν ὁ Χριστός. Ἄλλοι δὲ ἔλεγον· Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ Χριστὸς ἔρχεται; Οὐχὶ ἡ Γραφὴ εἶπεν, ὅτι ἐκ τοῦ σπέρματος Δαυΐδ, καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης ὅπου ἦν Δαυΐδ, ὁ Χριστὸς ἔρχεται; Σχίσμα οὖν ἐν τῷ ὄχλῳ ἐγένετο δι᾿ αὐτόν. Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν· ἀλλ᾿ οὐδεὶς ἐπέβαλεν ἐπ᾿ αὐτὸν τὰς χεῖρας. Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους, καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· Διατί οὐκ ἠγάγετε αὐτόν; Ἀπεκρίθησαν οἱ ὑπηρέται· Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι· Μὴ καὶ ὑμεῖς πεπλάνησθε; μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἢ ἐκ τῶν Φαρισαίων; ἀλλ᾿ ὁ ὄχλος οὗτος, ὁ μὴ γινώσκων τὸν νόμον, ἐπικατάρατοί εἰσι. Λέγει Νικόδημος πρὸς αὐτούς, ὁ ἐλθὼν νυκτὸς πρὸς αὐτόν, εἷς ὢν ἐξ αὐτῶν· Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ παρ᾿ αὐτοῦ πρότερον καὶ γνῷ τί ποιεῖ; Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; ἐρεύνησον καὶ ἴδε, ὅτι προφήτης ἐκ τῆς Γαλιλαίας οὐκ ἐγήγερται. Πάλιν οὖν αὐτοῖς ὁ Ἰησοῦς ἐλάλησε, λέγων· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· ὁ ἀκολουθῶν ἐμοί, οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ᾿ ἕξει τὸ φῶς τῆς ζωῆς.
Απόδοση σε νεοελληνική το Ευαγγελικό Ανάγνωσμα της Κυριακής της Πεντηκοστής
Κατά τήν τελευταία καί μεγάλη ἡμέρα τῆς ἑορτῆς, ὁ Ἰησοῦς στεκόταν καί φώναξε δυνατά καί εἶπε: Ἄν κάποιος διψᾶ, νά ἔλθει σέ ἐμένα καί νά πιεῖ. Ὅποιος πιστεύει σέ ἐμένα, καθώς εἶπε ἡ Γραφή, «ἀπό τήν κοιλιά του θά τρέξουν ποταμοί ζωντανοῦ ὕδατος». Αὐτό τό εἶπε γιά τό Πνεῦμα, τό ὁποῖο ἐπρόκειτο νά λάβουν ὅσοι θά πιστέψουν σ᾿ αὐτόν· γιατί δέν εἶχε ἔλθει ἀκόμη τό ἅγιο Πνεῦμα, καθόσον ὁ Ἰησοῦς δέν εἶχε ἀκόμη δοξαστεῖ. Πολλοί τότε ἀπό τόν ὄχλο, ὅταν ἄκουσαν τόν λόγο αὐτόν, ἔλεγαν· Αὐτός εἶναι πραγματικά ὁ προφήτης· ἄλλοι ἔλεγαν· Αὐτός εἶναι ὁ Χριστός· ἄλλοι ἔλεγαν: Μήπως ὁ Χριστός ἔρχεται ἀπό τή Γαλιλαία; Δέν εἶπε ἡ Γραφή ὅτι ὁ Χριστός προέρχεται ἀπό τό σπέρμα τοῦ Δαυίδ καί ἀπό τήν κωμόπολη Βηθλεέμ, ὅπου ἦταν ὁ Δαυίδ; Σημειώθηκε λοιπόν ἔντονη διαφωνία γιά αὐτόν μεταξύ τοῦ πλήθους. Μερικοί ἀπό αὐτούς ἤθελαν νά τόν συλλάβουν, ἀλλά κανείς δέν ἔβαλε τά χέρια ἐπάνω του. Ἦλθαν λοιπόν οἱ ὑπηρέτες πρός τούς ἀρχιερεῖς καί τούς Φαρισαίους, καί ἐκεῖνοι εἶπαν σέ αὐτούς: Γιατί δέν τόν φέρατε; Οἱ ὑπηρέτες ἀποκρίθηκαν: Κανείς ἄνθρωπος δέν μίλησε ποτέ ὅπως αὐτός ὁ ἄνθρωπος. Τότε ἀποκρίθηκαν σέ αὐτούς οἱ Φαρισαῖοι: Μήπως καί ἐσεῖς παρασυρθήκατε; Μήπως κάποιος ἀπό τούς ἄρχοντες πίστεψε σέ αὐτόν ἤ ἀπό τούς Φαρισαίους; Μόνον αὐτός ὁ ὄχλος (πίστεψε), πού δέν γνωρίζει τόν νόμο καί εἶναι καταραμένος! Λέει πρός αὐτούς ὁ Νικόδημος, αὐτός ὁ ὁποῖος ἦλθε σέ αὐτόν νύχτα, καί ὁ ὁποῖος ἦταν ἕνας ἀπό αὐτούς: Μήπως ὁ νόμος μας καταδικάζει τόν ἄνθρωπο, ἄν δέν τόν ἀκούσει προηγουμένως καί διαπιστώσει τί πράττει; Ἀποκρίθηκαν καί εἶπαν σέ αὐτόν: Μήπως καί ἐσύ εἶσαι ἀπό τή Γαλιλαία; Ἐρεύνησε καί θά δεῖς ὅτι δέν προέρχεται προφήτης ἀπό τή Γαλιλαία. Πάλι λοιπόν μίλησε σέ αὐτούς ὁ Ἰησοῦς καί εἶπε: Ἐγώ εἶμαι τό φῶς τοῦ κόσμου· ὅποιος μέ ἀκολουθεῖ δέν θά περπατήσει στό σκοτάδι, ἀλλά θά ἔχει τό φῶς τῆς ζωῆς.
(Η Καινή Διαθήκη, το πρωτότυπο κείμενο με νεοελληνική απόδοση του ομοτ. καθηγ. Χρ. Βούλγαρη, εκδ. ΑΠΟΣΤΟΛΙΚΗΣ ΔΙΑΚΟΝΙΑΣ)
H αναδημοσίευση του παραπάνω άρθρου ή μέρους του επιτρέπεται μόνο αν αναφέρεται ως πηγή το ORTHODOXIANEWSAGENCY.GR με ενεργό σύνδεσμο στην εν λόγω καταχώρηση.
Ακολούθησε το ORTHODOXIANEWSAGENCY.gr στο Google News και μάθε πρώτος όλες τις ειδήσεις.
